Γένεσις

Genesis - Chapter 5

1

Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων, ᾗ ἡμέρᾳ ἐποίησενΘεὸς τὸν Ἀδάμ, κατ᾿ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν·

This<b>is</b>thegenealogyofmeninthedayinwhichGodmadeAdam;intheimageofGodhemadehim:

2

ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εὐλόγησεν αὐτούς. καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Ἀδάμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς.

maleandfemalehemadethem,andblessedthem;andhecalledhisnameAdam,inthedayinwhichhemadethem.

3

ἔζησε δὲ Ἀδὰμ διακόσια καὶ τριάκοντα ἔτη καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ.

AndAdamlivedtwohundredandthirtyyears,andbegot<b>ason</b>afterhis<b>own</b>form,andafterhis<b>own</b>image,andhecalledhisnameSeth.

4

ἐγένοντο δὲ αἱ ἡμέραι Ἀδὰμ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σήθ, ἑπτακόσια ἔτη· καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

AndthedaysofAdam,whichhelivedafterhisbegettingSeth,weresevenhundredyears;andhebegotsonsanddaughters.

5

καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἀδάμ, ἃς ἔζησεν, ἐννακόσια καὶ τριάκοντα ἔτη, καὶ ἀπέθανε.

AndallthedaysofAdamwhichhelivedwereninehundredandthirtyyears,andhedied.

6

Ἔζησε δὲ Σὴθ διακόσια καὶ πέντε ἔτη καὶ ἐγέννησε τὸν Ἐνώς.

NowSethlivedtwohundredandfiveyears,andbegotEnos.

7

καὶ ἔζησε Σὴθ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνὼς ἑπτακόσια καὶ ἑπτὰ ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

AndSethlivedafterhisbegettingEnos,sevenhundredandsevenyears,andhebegotsonsanddaughters.

8

καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σὴθ ἐννακόσια καὶ δώδεκα ἔτη, καὶ ἀπέθανε.

AndallthedaysofSethwereninehundredandtwelveyears,andhedied.

9

καὶ ἔζησεν Ἐνὼς ἑκατὸν καὶ ἐνενήκοντα ἔτη καὶ ἐγέννησε τὸν Καϊνάν.

AndEnoslivedanhundredandninetyyears,andbegotCainan.

10

καὶ ἔζησεν Ἐνὼς μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνὰν ἑπτακόσια καὶ δεκαπέντε ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

AndEnoslivedafterhisbegettingCainan,sevenhundredandfifteenyears,andhebegotsonsanddaughters.

11

καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνὼς ἐννακόσια καὶ πέντε ἔτη, καὶ ἀπέθανε.

AndallthedaysofEnoswereninehundredandfiveyears,andhedied.

12

καὶ ἔζησε Καϊνὰν ἑκατὸν καὶ ἑβδομήκοντα ἔτη καὶ ἐγέννησε τὸν Μαλελεήλ.

AndCainanlivedanhundredandseventyyears,andhebegotMaleleel.

13

καὶ ἔζησε Καϊνὰν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαλελεὴλ ἑπτακόσια καὶ τεσσαράκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

AndCainanlivedafterhisbegettingMaleleel,sevenhundredandfortyyears,andhebegotsonsanddaughters.

14

καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Καϊνὰν ἐννακόσια καὶ δέκα ἔτη, καὶ ἀπέθανε.

AndallthedaysofCainanwereninehundredandtenyears,andhedied.

15

καὶ ἔζησε Μαλελεὴλ ἑκατὸν καὶ ἑξηκονταπέντε ἔτη καὶ ἐγέννησε τὸν Ἰάρεδ.

AndMaleleellivedanhundredandsixtyandfiveyears,andhebegotJared.

16

καὶ ἔζησε Μαλελεὴλ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἰάρεδ ἑπτακόσια καὶ τριάκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

AndMaleleellivedafterhisbegettingJared,sevenhundredandthirtyyears,andhebegotsonsanddaughters.

17

καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαλελεὴλ ὀκτακόσια καὶ ἐνενηκονταπέντε ἔτη, καὶ ἀπέθανε.

AndallthedaysofMaleleelwereeighthundredandninetyandfiveyears,andhedied.

18

καὶ ἔζησεν Ἰάρεδ ἑκατὸν καὶ ἑξηκονταδύο ἔτη καὶ ἐγέννησε τὸν Ἐνώχ.

AndJaredlivedanhundredandsixtyandtwoyears,andbegotEnoch:

19

καὶ ἔζησεν Ἰάρεδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνὼχ ὀκτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

andJaredlivedafterhisbegettingEnoch,eighthundredyears,andhebegotsonsanddaughters.

20

καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἰάρεδ ἐννακόσια καὶ ἑξηκονταδύο ἔτη, καὶ ἀπέθανε.

AndallthedaysofJaredwereninehundredandsixtyandtwoyears,andhedied.

21

καὶ ἔζησεν Ἐνὼχ ἑκατὸν καὶ ἑξηκονταπέντε ἔτη καὶ ἐγέννησε τὸν Μαθουσάλα.

AndEnochlivedanhundredandsixtyandfiveyears,andbegatMathusala.

22

εὐηρέστησε δὲ Ἐνὼχ τῷ Θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα διακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

AndEnochwaswell-pleasingtoGodafterhisbegettingMathusala,twohundredyears,andhebegotsonsanddaughters.

23

καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνὼχ τριακόσια καὶ ἑξηκονταπέντε ἔτη.

AndallthedaysofEnochwerethreehundredandsixtyandfiveyears.

24

καὶ εὐηρέστησεν Ἐνὼχ τῷ Θεῷ, καὶ οὐχ εὑρίσκετο, ὅτι μετέθηκεν αὐτὸν ὁ Θεός.

AndEnochwaswell-pleasingtoGod,andwasnotfound,becauseGodtranslatedhim.

25

καὶ ἔζησε Μαθουσάλα ἑκατὸν καὶ ἑξηκονταπέντε ἔτη καὶ ἐγέννησε τὸν Λάμεχ.

AndMathusalalivedanhundredandsixtyandsevenyears,andbegotLamech.

26

καὶ ἔζησε Μαθουσάλα μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Λάμεχ ὀκτακόσια καὶ δύο ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

AndMathusalalivedafterhisbegettingLamecheighthundredandtwoyears,andbegotsonsanddaughters.

27

καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαθουσάλα, ἃς ἔζησεν, ἐννακόσια καὶ ἑξηκονταεννέα ἔτη, καὶ ἀπέθανε.

AndallthedaysofMathusalawhichhelived,wereninehundredandsixtyandnineyears,andhedied.

28

καὶ ἔζησε Λάμεχ ἑκατὸν καὶ ὀγδοηκονταοκτὼ ἔτη καὶ ἐγέννησεν υἱόν.

AndLamechlivedanhundredandeightyandeightyears,andbegotason.

29

καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Νῶε λέγων· οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο Κύριος ὁ Θεός.

AndhecalledhisnameNoe,saying,Thisonewillcauseustoceasefromourworks,andfromthetoilsofourhands,andfromtheearth,whichtheLordGodhascursed.

30

καὶ ἔζησε Λάμεχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Νῶε πεντακόσια καὶ ἑξηκονταπέντε ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

AndLamechlivedafterhisbegettingNoe,fivehundredandsixtyandfiveyears,andbegotsonsanddaughters.

31

καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Λάμεχ ἑπτακόσια καὶ πεντηκοντατρία ἔτη, καὶ ἀπέθανε.

AndallthedaysofLamechweresevenhundredandfifty-threeyears,andhedied.

32

καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων καὶ ἐγέννησε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ.